Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.283 Joseph. AJ 11.289 (English) >>Joseph. AJ 11.294

11.286καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν. 11.287οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν. 11.288τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπʼ αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους. 11.289τοῦ δὲ βασιλέως τῶν ἀπολωλότων δηλώσαντος τὸν ἀριθμὸν Ἐσθήρᾳ καὶ περὶ τῶν ἐπὶ τῆς χώρας τί ποτʼ εἴη γεγονὸς διαποροῦντος καὶ τί πρὸς τούτοις ἔτʼ αὐτοῦ γενέσθαι βούλεται πυνθανομένου, πραχθήσεσθαι γάρ, παρεκάλεσεν ἐπιτραπῆναι τοῖς Ἰουδαίοις καὶ τὴν ἐπιοῦσαν ἡμέραν οὕτως χρήσασθαι τοῖς ὑπολειπομένοις τῶν ἐχθρῶν καὶ τοὺς δέκα τοὺς Ἀμάνου παῖδας ἀνασταυρῶσαι. 11.290καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος· οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων. 11.291ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.283 Joseph. AJ 11.289 (English) >>Joseph. AJ 11.294

Powered by PhiloLogic